Root (обсуждение | вклад) (Новая страница: «ᾨδὴ θ´. Τύπον τῆς ἁγνῆς. Σῶσον ὁ Σωτὴρ τῆς κτίσεως, τῆς αἰσθητῆς καὶ νοουμένης τοὺ...») |
Root (обсуждение | вклад) м |
||
Строка 1: | Строка 1: | ||
ᾨδὴ θ´. Τύπον τῆς ἁγνῆς. | ''ᾨδὴ θ´. Τύπον τῆς ἁγνῆς.'' | ||
Σῶσον ὁ Σωτὴρ τῆς κτίσεως, τῆς αἰσθητῆς καὶ νοουμένης τοὺς δούλους σου, τῆς τῶν δυσμενῶν ἐπιβουλῆς καὶ κακώσεως, παναγία Τριὰς ὁμοούσιε, καὶ φρούρει τὴν σὴν ποίμνην, διὰ παντὸς ἀνεπιβούλευτον. (Δίς). | Σῶσον ὁ Σωτὴρ τῆς κτίσεως, τῆς αἰσθητῆς καὶ νοουμένης τοὺς δούλους σου, τῆς τῶν δυσμενῶν ἐπιβουλῆς καὶ κακώσεως, παναγία Τριὰς ὁμοούσιε, καὶ φρούρει τὴν σὴν ποίμνην, διὰ παντὸς ἀνεπιβούλευτον. (Δίς). |
Версия 03:30, 16 октября 2021
ᾨδὴ θ´. Τύπον τῆς ἁγνῆς.
Σῶσον ὁ Σωτὴρ τῆς κτίσεως, τῆς αἰσθητῆς καὶ νοουμένης τοὺς δούλους σου, τῆς τῶν δυσμενῶν ἐπιβουλῆς καὶ κακώσεως, παναγία Τριὰς ὁμοούσιε, καὶ φρούρει τὴν σὴν ποίμνην, διὰ παντὸς ἀνεπιβούλευτον. (Δίς).
Ἵνα τὸν βυθὸν τὸν ἄπειρον, τῆς οὐσιώδους δείξῃς σου ἀγαθότητος δέδωκας ἡμῖν ἐπαγγελίας τρισήλιε, καὶ μονάρχα Θεὲ παντοδύναμε, σωστικὰς τοῖς σοῖς δούλοις, ἃς ἐκπληρῶσαι καταξίωσον.
Θεοτοκίον.
Νεῦσον ταῖς ἡμῶν δεήσεσιν ὁ ἐν τρισὶ θεαρχικαῖς ὑποστάσεσι μόνος εἰς Θεὸς ἀληθινὸς πιστευόμενος, καὶ παράσχου σοῖς δούλοις παράκλησιν πρεσβείαις τῆς ἀχράντου, καὶ πανυμνήτου Θεομήτορος.