Root (обсуждение | вклад) (Новая страница: «ᾨδὴ α´. Σοῦ ἡ τροπαιοῦχος. Μίαν τρισυπόστατον ἀρχήν, τὰ Σεραφεὶμ ἀσιγήτως δοξάζουσι...») |
Root (обсуждение | вклад) м |
||
Строка 10: | Строка 10: | ||
Νοῦς μὲν ὁ ἀγέννητος Πατήρ, εἰκονικῶς τοῖς σοφοῖς προηγόρευται· Λόγος δὲ συνάναρχος, ὁ συμφυὴς Υἱός, καὶ Πνεῦμα ἅγιον, τὸ ἐν τῇ Παρθένῳ, τοῦ Λόγου κτίσαν τὴν σάρκωσιν. | Νοῦς μὲν ὁ ἀγέννητος Πατήρ, εἰκονικῶς τοῖς σοφοῖς προηγόρευται· Λόγος δὲ συνάναρχος, ὁ συμφυὴς Υἱός, καὶ Πνεῦμα ἅγιον, τὸ ἐν τῇ Παρθένῳ, τοῦ Λόγου κτίσαν τὴν σάρκωσιν. | ||
{{DISPLAYTITLE:Воскресная Полунощница — Песнь первая — Глас первый (Ἦχος πρῶτος)}} | |||
__NOTOC__ |
Версия 21:47, 1 октября 2021
ᾨδὴ α´. Σοῦ ἡ τροπαιοῦχος.
Μίαν τρισυπόστατον ἀρχήν, τὰ Σεραφεὶμ ἀσιγήτως δοξάζουσιν, ἄναρχον, ἀΐδιον, ποιητικὴν ἁπάντων, ἀκατάληπτον· ἣν καὶ πᾶσα γλῶσσα, πιστῶς γεραίρει τοῖς ἄσμασιν.
Ἵνα τοῖς ἀνθρώποις ἑνικήν, τὴν τριλαμπῆ σου δηλώσῃς Θεότητα, πλάσας πρὶν τὸν ἄνθρωπον, κατὰ τὴν σὴν εἰκόνα διεμόρφωσας, νοῦν αὐτῷ, καὶ λόγον καὶ πνεῦμα δούς, ὡς φιλάνθρωπος.
Ἄνωθεν δεικνὺς μοναδικόν, θεαρχικαῖς ἐν τρισὶν ὑποστάσεσι, κράτος, Πάτερ ἔφησας, τῷ ἰσουργῷ Υἱῷ σου, καὶ τῷ Πνεύματι· Δεῦτε καταβάντες, αὐτῶν τὰς γλώσσας συγχέωμεν.
Θεοτοκίον.
Νοῦς μὲν ὁ ἀγέννητος Πατήρ, εἰκονικῶς τοῖς σοφοῖς προηγόρευται· Λόγος δὲ συνάναρχος, ὁ συμφυὴς Υἱός, καὶ Πνεῦμα ἅγιον, τὸ ἐν τῇ Παρθένῳ, τοῦ Λόγου κτίσαν τὴν σάρκωσιν.