ГЛАС 1 Полунощница Песнь 3: различия между версиями

(Новая страница: «ᾨδὴ γ´. Ὁ μόνος εἰδώς. Σὺ πάλαι σαφῶς τῷ Ἀβραάμ, ὡς ὤφθης τρισυπόστατος, μοναδικός τ...»)
 
м
Строка 20: Строка 20:


Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων Θεοῦ ἐνδιαίτημα.
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων Θεοῦ ἐνδιαίτημα.
{{DISPLAYTITLE:Воскресная Полунощница — Песнь третяя — Гла‍с пе‍рвый (Ἦχος πρῶτος)}}
__NOTOC__

Версия 22:00, 1 октября 2021

ᾨδὴ γ´. Ὁ μόνος εἰδώς.

Σὺ πάλαι σαφῶς τῷ Ἀβραάμ, ὡς ὤφθης τρισυπόστατος, μοναδικός τε φύσει Θεότητος, θεολογίας τὸ ἀκραιφνέστατον, τυπικῶς ἐνέφηνας· καὶ πιστῶς ὑμνοῦμεν σε, τὸν μονάρχην Θεόν, καὶ τρισήλιον.

Ἐκ σοῦ γεννηθεὶς θεοπρεπῶς, ἀῤῥεύστως Πάτερ ἔλαμψε, φῶς ἐκ φωτός, Υἱὸς ἀπαράλλακτος, καὶ Πνεῦμα θεῖον, φῶς ἐκπεπόρευται· καὶ μιᾶς Θεότητος, αἴγλην τρισυπόστατον, προσκυνοῦμεν πιστῶς καὶ δοξάζομεν.

Μονὰς ἡ Τριὰς ὑπερφυῶς, ἀῤῥήτως ὑπὲρ ἔννοιαν, ταῖς νοεραῖς Οὐσίαις δοξάζεται, ταῖς τρισαγίαις φωναῖς, ἀσίγητον, ἐκβοῶσαις αἴνεσιν, αἷς συμφώνως ὑμνεῖται, καὶ ἡμῖν τρισυπόστατος Κύριος.

Θεοτοκίον.

Ἐκ σοῦ χρονικῶς ἄνευ σπορᾶς, προῆλθεν ὁ ὑπέρχρονος, ὁμοιωθεὶς ἡμῖν ὁ ἀνείδεος, καὶ μίαν φύσιν καὶ κυριότητα, τοῦ Πατρὸς ἐδίδαξε, καὶ Υἱοῦ, καὶ Πνεύματος, Θεοτόκε· διό σε δοξάζομεν.

Καθίσματα.

Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Πατέρα καὶ Υἱόν, προσκυνήσωμεν πάντες, καὶ Πνεῦμα τὸ εὐθές, καὶ ἰσότιμον δόξῃ, Τριάδα τὴν ἄκτιστον, καὶ ὑπέρθεον δύναμιν, ἣν δοξάζουσι, τῶν Ἀσωμάτων αἱ τάξεις· ταύτην σήμερον, καὶ γηγενεῖς μετὰ φόβου, πιστῶς εὐφημήσωμεν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων Θεοῦ ἐνδιαίτημα.