Оригинальный текст | современный богослужебный
(буквальный) перевод |
поэтический перевод на славянский |
---|---|---|
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας ἐν κόσμῳ τὴν Ἀνάστασιν. |
Вечє́рнїѧ на́шѧ мл҃твы, прїимѝ ст҃ы́й гдⷭ҇и, и҆ пода́ждь на́мъ ѡ҆ставле́нїе грѣхѡ́въ, ꙗ҆́кѡ є҆ди́нъ є҆сѝ ꙗ҆вле́й въ мі́рѣ воскрⷭ҇нїе. |
|
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας ἐν κόσμῳ τὴν Ἀνάστασιν. (Δίς).
Вечє́рнїѧ на́шѧ мл҃твы, прїимѝ ст҃ы́й гдⷭ҇и, и҆ пода́ждь на́мъ ѡ҆ставле́нїе грѣхѡ́въ, ꙗ҆́кѡ є҆ди́нъ є҆сѝ ꙗ҆вле́й въ мі́рѣ воскрⷭ҇нїе.
Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ Ἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν.
Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τὸν κόσμον λυτρωσάμενος.
Δόξα... Καὶ νῦν...
Παρθενικὴ πανήγυρις σήμερον, ἀδελφοί· σκιρτάτω ἡ κτίσις, χορευέτω ἡ ἀνθρωπότης· συνεκάλεσε γὰρ ἡμᾶς ἡ Ἁγία Θεοτόκος, τὸ ἀμόλυντον κειμήλιον τῆς Παρθενίας, ὁ λογικὸς τοῦ δευτέρου Ἀδὰμ Παράδεισος, τὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν δύο φύσεων, ἡ πανήγυρις τοῦ σωτηρίου συναλλάγματος, ἡ παστάς, ἐν ᾗ ὁ Λόγος ἐνυμφεύσατο τὴν σάρκα, ἡ ὃντως κούφη νεφέλη, ἡ τὸν ἐπὶ τῶν Χερουβεὶμ μετὰ σώματος βαστάσασα. Ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Τῷ πάθει σου, Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ Ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν, Κύριε, δόξα σοι.
Καὶ τὰ παρόντα προσόμοια τῆς Θεοτόκου· (Τῶν οὐρανίων Ταγμάτων).
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Δεδοξασμένη ὑπάρχεις ἐν γενεαῖς γενεῶν, Παρθενομῆτορ Κόρη, Θεοτόκε Μαρία, τοῦ κόσμου προστασία, τεκοῦσα σαρκί, τὸν Υἱὸν τοῦ Ἀνάρχου Πατρός, καὶ συναΐδιον Πνεύματι ἀληθῶς· ὃν ἱκέτευε σωθῆναι ἡμᾶς.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεύς τοῦ κάλλους σου.
Οἱ συνεχόμενοι θλίψεσιν ἀδοκήτοις, Ἁγνή, σὲ προστασίαν μόνην, κεκτημένοι Παρθένε, βοῶμεν εὐχαρίστως· Σῶσον ἡμᾶς, Παναγία Θεόνυμφε· σὺ γὰρ ὑπάρχεις τοῦ κόσμου καταφυγή, καὶ ἀντίληψις τοῦ γένους ἡμῶν.
Ἀνεκαινίσθη ὁ κόσμος ἐν τῇ κυήσει σου, Θεοκυῆτορ Κόρῃ, τῶν πιστῶν σωτηρία, καὶ ἄγρυπνος προστάτις τῶν εὐσεβῶς αἰτουμένων σε ἄχραντε· μὴ διαλείπῃς πρεσβεύουσα ἐκτενῶς, ὑπὲρ πάντων τῶν ὑμνούντων σε.
Δόξα... Καὶ νῦν... Δογματικόν.
Νεφέλην σε φωτὸς ἀϊδίου, Παρθένε, ὁ Προφήτης ὠνόμασεν· ἐν σοὶ γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, καταβὰς ὁ Λόγος τοῦ Πατρός, καὶ ἐκ σοῦ ἀνατείλας, τὸν κόσμον ἐφώτισε, τὴν πλάνην κατήργησε, Χριστὸς ὁ Θεὸς ἡμῶν. Αὐτὸν ἱκετεύουσα ἐκτενῶς, Παναγία δεόμεθα, μὴ παύσῃ ὑπὲρ ἡμῶν, τῶν ἀληθῆ Θεοτόκον ὁμολογούντων σε.