ᾨδὴ ε´. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ἡ τὸν πρῶτον τῶν Ἀγγέλων ἀμέσως διάκοσμον, ἀπροσίτοις τοῦ σοῦ κάλλους ἀκτῖσιν ἐλλάμπουσα, ταῖς σαῖς αἴγλαις φώτισον, Τριὰς ἡ μοναρχικωτάτη, τοὺς ὀρθοδόξως σε μέλποντας.
Νῦν ἡ φύσις, ἑνικὴ Θεαρχία τρισήλιε, ἀνυμνεῖ σε, ἣν οὐσίωσας δι᾿ ἀγαθότητα, τῶν πταισμάτων λύτρωσιν, καὶ πειρασμῶν ἐξαιτουμένη, καὶ τῶν δεινῶν καὶ τῶν θλίψεων.
Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, μίαν φύσιν καὶ Θεότητα, πίστει δοξάζομεν, μεριστὴν ἀμέριστον, ἕνα Θεὸν τῆς ἀοράτου, καὶ ὁρωμένης τε κτίσεως.
Θεοτοκίον.
Ῥήσεις πᾶσαι Προφητῶν, προδιέγραψαν Ἄχραντε τὸν σὸν τόκον, τὸν ἀπόῤῥητον καὶ ἀνερμήνευτον, ὃν ἡμεῖς ἐγνώκαμεν, μυσταγωγὸν τῆς ἑνιαίας καὶ τρισηλίου Θεότητος.