ᾨδὴ Ϛ´. Ἐκύκλωσεν ἡμᾶς.
Ἰσόῤῥοπον τὴν δύναμιν ὡς ἔχουσα, Τριὰς ἡ ὑπερούσιος, ἐν ταυτότητι βουλήσεως Μονὰς πέφυκας, ἁπλῆ καὶ ἀδιαίρετος. Σὺ οὖν ἡμᾶς, ἐν τῇ δυνάμει σου περιφρούρησον. (Δίς).
Σὺ πάντας τοὺς αἰῶνας τῇ βουλήσει σου ὡς ἀγαθὴ ὑπέστησας, ἐξ οὐκ ὃντων, ἀκατάληπτε Τριάς· εἶτα καὶ τὸν ἄνθρωπον διέπλασας. Ἀλλὰ καὶ νῦν, ἐκ πάσης ῥῦσαι με περιστάσεως.
Θεοτοκίον.
Ἡλίου τοῦ ἀδύτου οἶκος γέγονας, τοῦ κτίσαντος καὶ τάξαντος, τοὺς φωστῆρας τοὺς μεγάλους πανσθενῶς, ἄρχαντε Παρθένε Θεονύμφευτε. Ἀλλὰ καὶ νῦν τῆς τῶν παθῶν με ῥῦσαι ζοφώσεως.
Καθίσματα. Ἦχος α´.Τὸν τάφον σου Σωτήρ.
Τριάδα τὴν σεπτήν, καὶ ἀμέριστον φύσιν, προσώποις ἐν τρισί, τεμνομένην ἀτμήτως, καὶ μένουσαν ἀμέριστον, κατ᾿ οὐσίαν Θεότητος, προσκυνήσωμεν, οἱ γηγενεῖς μετὰ φόβου, καὶ δοξάσωμεν, ὡς ποιητὴν καὶ Δεσπότην, Θεὸν ὑπεράγαθον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας πανάμωμε· καὶ ἐν ὤρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, σὺ ἐξάρπασον, κατηγορούντων Δαιμόνων, καὶ πάσης κολάσεως.