ᾨδὴ ζ´. Σὲ νοητὴν Θεοτόκε.
Λόγε Θεοῦ, συμφυὲς ἀπαύγασμα, τοῦ παντοκράτορος Θεοῦ, ὡς ὑπέσχου τὴν παρὰ σοῦ θεουργὸν ἐνοίκησιν, ποίησον ὡς εὔσπλαγχνος, σὺν τῷ Πατρί σου καὶ τῷ Πνεύματι, καὶ φοβερόν, τοῖς Δαίμοσι με δεῖξον καὶ πάθεσιν. (Δίς).
Ἵνα τῆς σῆς, εὐσπλαγχνίας Δέσποτα, δείξῃς τὸ πέλαγος ἡμῖν, τὸν Υἱόν σου πρὸς τὴν ἡμῶν, πέμψας ταπεινότητα αὖθις ἀνεμόρφωσας πρὸς τὴν ἀρχαίαν λαμπρότητα. Ἀλλὰ καὶ νῦν, τῷ θείῳ με συνέτισον Πνεύματι.
Θεοτοκίον.
Ὁ Χερουβεὶμ θρόνῳ ἐποχούμενος καὶ τῶν ἁπάντων Βασιλεύς, ἐν γαστρί σου παρθενικῇ, ᾤκησε Πανάχραντε πάντας ἐκλυτρούμενος ἐκ τῆς φθορᾶς, ὡς φιλάνθρωπος. Ἀλλὰ καὶ νῦν ταῖς σαῖς πρεσβείαις με περιφρούρησον.