Воскресная Полунощница — Песнь восьмая — Гла‍с пе‍рвый (Ἦχος πρῶτος)

ᾨδὴ η´. Θαύματος ὑπερφυοῦς.

Νεύματι θεουργικῷ Κύριε πάντων, τρισυπόστατε καὶ παντοκράτορ, οὐρανοὺς ἐξέτεινας ὡσεὶ δέῤῥιν εἶτα καὶ γῆς, ἀπῃώρησας τὸ βάθος, πανσθενεῖ σου δρακί. Διὸ καὶ τοὺς δούλους σου κραταίωσον, τῇ ἀγάπῃ καὶ πίστει τῇ σῇ φιλάνθρωπε, ἵνα σε δοξάζωμεν πόθῳ εἰς αἰῶνας. (Δίς).

Φώτισον θεαρχικὸν φῶς τοὺς ὑμνοῦντας, τὸ τρισήλιον φῶς τοῖς προσώποις, ἑνιαῖον αὖθις δὲ τῇ οὐσίᾳ καὶ πρὸς τὰς σάς, φωτοδότιδας ἀκτῖνας ἐπιβλέπειν ἀεί, δι᾿ ὧν χορτασθήσομαι τὴν δόξαν σου τὴν γλυκεῖαν, καὶ φωτουργὸν καὶ πανόλβιον, καὶ ὑπερυψῶ σε πιστῶς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὕψωσεν εἰς οὐρανοὺς τὴν τῶν ἀνθρώπων, προσλαβόμενος φύσιν ἀτρέπτως, ὁ Υἱός σου πάναγνε Θεοτόκε, ὑπερβολῇ ἀγαθότητος, ῥυσάμενος τῆς πάλαι φθορᾶς· ᾧ καὶ εὐχαρίστως ἀναμέλπωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.