Воскресная Полунощница — Песнь девятая — Гла‍с пе‍рвый (Ἦχος πρῶτος)

ᾨδὴ θ´. Τύπον τῆς ἁγνῆς.

Σῶσον ὁ Σωτὴρ τῆς κτίσεως, τῆς αἰσθητῆς καὶ νοουμένης τοὺς δούλους σου, τῆς τῶν δυσμενῶν ἐπιβουλῆς καὶ κακώσεως, παναγία Τριὰς ὁμοούσιε, καὶ φρούρει τὴν σὴν ποίμνην, διὰ παντὸς ἀνεπιβούλευτον. (Δίς).

Ἵνα τὸν βυθὸν τὸν ἄπειρον, τῆς οὐσιώδους δείξῃς σου ἀγαθότητος δέδωκας ἡμῖν ἐπαγγελίας τρισήλιε, καὶ μονάρχα Θεὲ παντοδύναμε, σωστικὰς τοῖς σοῖς δούλοις, ἃς ἐκπληρῶσαι καταξίωσον.

Θεοτοκίον.

Νεῦσον ταῖς ἡμῶν δεήσεσιν ὁ ἐν τρισὶ θεαρχικαῖς ὑποστάσεσι μόνος εἰς Θεὸς ἀληθινὸς πιστευόμενος, καὶ παράσχου σοῖς δούλοις παράκλησιν πρεσβείαις τῆς ἀχράντου, καὶ πανυμνήτου Θεομήτορος.