Κανὼν Ἀναστάσιμος.
ᾨδὴ α´. Ἦχος α´. Ὁ Εἱρμός.
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γάρ, Ἀθάνατε ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.
Νέκρωσιν ὑπέστη δι᾿ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχὴν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.
Θεοτοκίον.
Χαῖρε ἡ τῆς χάριτος πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος· χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσή, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν τῷ κόσμῳ ζωοδότην Χριστόν, κυήσασα.
Κανὼν Σταυροαναστάσιμος.
Ὁ Εἱρμός.
Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε· Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
Χριστὸς θεοῖ με σαρκούμενος, Χριστὸς με ἀνυψοῖ ταπεινούμενος, Χριστὸς ἀπαθῆ ἐργάζεται, πάσχων ὁ Ζωοδότης φύσει σαρκός· ὅθεν ἀναμέλπω, χαριστήριον ᾠδήν, ὅτι δεδόξασται.
Χριστὸς ὑψοῖ με σταυρούμενος, Χριστὸς συνανιστᾷ με νεκρούμενος, Χριστὸς μοι ζωὴν χαρίζεται· ὅθεν ἐν εὐφροσύνῃ χεῖρας κροτῶν, ᾄδω τῷ Σωτῆρι, ἐπινίκιον ᾠδήν, ὅτι δεδόξασται.
Θεοτοκίον.
Θεὸν Παρθένε συνέλαβες, Χριστὸν ἐν παρθενίᾳ δὲ τέτοκας, ἐκ σοῦ σαρκωθέντα Πάναγνε, ἕνα τῇ ὑποστάσει μονογενῆ, ἐν δύσιν οὐσίαις, γνωριζόμενον Υἱόν· ὅτι δεδόξασται.
Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου.
Ὁ Εἱρμός.
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γάρ, Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
Ποίαν σοι ἐπάξιον ᾠδήν, ἡ ἡμετέρα προσοίσει ἀσθένεια, εἰ μὴ τὴν χαρμόσυνον, ἣν Γαβριὴλ ἡμᾶς ἐμυσταγώγησε! Χαῖρε Θεοτόκε, Παρθένε Μήτηρ ἀνύμφευτε.
Τῇ Ἀειπαρθένῳ καὶ Μητρί, τοῦ Βασιλέως τῶν ἄνω Δυνάμεων, ἐκ καθαρωτάτης καρδίας πιστοί, πνευματικῶς βοήσωμεν· Χαῖρε Θεοτόκε, παρθένε Μήτηρ ἀνύμφευτε.
Ἄπειρος ἡ ἄβυσσος τῆς σῆς, ἀκαταλήπτου κυήσεως Πάναγνε· πίστει ἀδιστάκτῳ οὖν, εἰλικρινῶς προσφέρομέν σοι λέγοντες· Χαῖρε Θεοτόκε παρθένε, Μήτηρ ἀνύμφευτε.