Воскресная Утреня — Песнь восьмая — Гла‍с пе‍рвый (Ἦχος πρῶτος)

ᾨδὴ η´. Ὁ Εἱρμός.

Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευάζων, ἐκτρέπων σκιὰν θανάτου, εἰς αἰώνιον ζωήν, τῷ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν ταλαιπωρίαν, ἐν πύλαις καὶ ὀχυρώμασι τοῦ ᾅδου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Δεῦτε Λαοὶ προσκυνήσωμεν τὸν τόπον, ἐν ᾧ ἔστησαν ἄχραντοι πόδες, καὶ ἐν ξύλῳ θεῖαι Χριστοῦ παλάμαι ζωοποιοί, ἐξετάθησαν εἰς πάντων σωτηρίαν βροτῶν, καὶ τάφον ζωῆς κυκλοῦντες μέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ἤλεγκται τῶν θεοκτόνων Ἰουδαίων, ἡ παράνομος συκοφαντία· ὃν γὰρ πλάνον ἔφησαν, ἐξηγέρθη ὡς δυνατός, μυκτηρίσας τῶν ἀνόμων τὰ σφραγίσματα. Διὸ γεγηθότες ἀναμέλψωμεν· Εὐλογεῖ τῷ ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Τρισὶν ἐν ἁγιασμοῖς θεολογοῦντες, τῆς μιᾶς κυριότητος δόξαν, Σεραφεὶμ τὰ ἄχραντα, μετὰ δέους δουλοπρεπῶς, τρισυπόστατον δοξάζουσι Θεότητα, μεθ᾿ ὦν καὶ ἡμεῖς εὐσεβοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.


Κανὼν τῆς Θεοτόκου.

Ὁ Εἱρμός.

Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν παστάδα τὴν φωτοειδῆ, ἐξ ἧς ὁ τῶν ἁπάντων Δεσπότης, ὥσπερ νυμφίος προελήλυθε Χριστός, ὑμνήσωμεν ἅπαντες, ἐκβοῶντες· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Χαῖρε θρόνε ἔνδοξε Θεοῦ· πιστῶν χαῖρε τὸ τεῖχος, δι᾿ ἧς φῶς τοῖς ἐν σκότει, ἐξανέτειλε Χριστός, τοῖς σὲ μακαρίζουσι, καὶ βοῶσι· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σωτηρίας αἴτιον ἡμῖν, τὸν Κύριον τεκοῦσα, ἱκέτευε ὑπὲρ πάντων, τῶν βοώντων ἐκτενῶς, Παρθένε πανύμνητε· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.