Воскресные Блаженны — Гла‍с пе‍рвый (Ἦχος πρῶτος)

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ.

Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν Λῃστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ, Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Προσκυνῶ σου τὰ παθήματα, δοξολογῶ καὶ τὴν Ἀνάστασιν, σὺν τῷ Ἀδὰμ καὶ τῷ Λῃστῇ, μετὰ φωνῆς ἀναβοῶ σοι λαμπρᾶς, Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Ἐσταυρώθης ἀναμάρτητε, καὶ ἐν μνημείῳ κατετέθης ἑκών· ἀλλ᾿ ἐξανέστης ὡς Θεός, συνεγείρας ἑαυτῷ τὸν Ἀδάμ, Μνήσθητί μου κράζοντα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Τὸν Ναόν σου τὸν τοῦ σώματος, τῇ τριημέρῳ ἀναστήσας ταφῇ, σὺν τῷ Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ἐξανέστησας Χριστὲ ὁ Θεός, Μνήσθητί μου κράζοντας, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Μυροφόροι ἦλθον κλαίουσαι, ἐπὶ τὸ μνῆμα σου Χριστὲ ὁ Θεός, λίαν πρωΐ, καὶ ἐν λευκοῖς, εὗρον Ἄγγελον καθήμενον, Τί ζητεῖτε; κράζοντα, ἐξανέστη Χριστός, μὴ θρηνεῖτε λοιπόν.

Οἱ Ἀπόστολοί σου Κύριε, ἐπὶ τὸ ὄρος, οὗ ἐτάξω αὐτοῖς, παραγενόμενοι Σωτήρ, σὲ ἰδόντες προσεκύνησαν, οὓς καὶ ἐξαπέστειλας, εἰς τὰ Ἔθνη διδάσκειν, καὶ βαπτίζειν αὐτούς.

Δόξα...

Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ Πανάγιον ὁμοῦ, πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες· Παναγία Τριάς, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον.

Τὴν Μητέρα σου προσάγει σοι, ἱκεσίαν ὁ λαός σου Χριστέ, ταῖς παρακλήσεσιν αὐτῆς, τοὺς οἰκτιρμούς σου δὸς ἡμῖν Ἀγαθέ, ἵνα σὲ δοξαζωμεν, τὸν ἐκ τάφου ἡμῖν ἀνατείλαντα.