Понедельник — Вечерние стихиры — Гла‍с пе‍рвый (Ἦχος πρῶτος)

ΔΕΥΤΕΡΑ Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ

Ἦχος α´. Πανεύφημοι Μάρτυρες.

Τὰ πάντα παρήγαγες τῷ σῷ, Λόγῳ καὶ τῷ Πνεύματι, δι᾿ ἀγαθότητα Κύριε· εἶτα πεποίηκας, λογικόν με ζῷον, ἵνα σου τὸ ἅγιον, δοξάζω παντοδύναμε ὄνομα· ἐγὼ δὲ μάλιστα, τοῖς αἰσχροῖς μου ἔργοις πάντοτε, ἀτιμάζω· ἀλλὰ φεῖσαι δέομαι.

Γνῶθι σου ταλαίπωρε ψυχή, τὴν θείαν εὐγένειαν, καὶ τὴν πατρίδα τὴν ἄφθαρτον, καὶ σπεῦδε πάντοτε, ἀγαθοεργίαις, ταύτην καταλήψεσθαι· μηδὲν σὲ τῶν φθαρτῶν προσηλώσειε· τῆς ἄνω μοίρας εἶ, τὸ δὲ σῶμα γῆ καὶ φθείρεται· μὴ νικήσῃ, τὸ χεῖρον τὴν κρείττονα.

Δεῦρο παναθλία μου ψυχή, πρὸς τὸν ὑπεράγαθον, θερμοῖς τοῖς δάκρυσι πρόσελθε, τὰ πεπραγμένα πρὸ τῆς κρίσεώς σου, πάντα ἐξαγόρευσον, καὶ ἵλεων τὸν Κτίστην ταλαίπωρε, σαὐτῇ ἀπέργασαι, καὶ συγχώρησιν ἐξαίτησαι, πρὶν τὴν θύραν κλείσῃ σοι ὁ Κύριος.


Ἕτερα τῶν Ἀσωμάτων, ὅμοια.

Ἀσώματοι Ἄγγελοι Θεοῦ, θρόνῳ παριστάμενοι, καὶ ταῖς ἐκεῖθεν ἐλλάμψεσι, καταστραπτόμενοι, καὶ φωτοχυσίαις, αἰωνίως λάμποντες, καὶ φῶτα χρηματίζοντες δεύτερα, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἀθάνατοι Ἄγγελοι ζωήν, ὄντως τὴν ἀνώλεθρον, παρὰ τῆς πρώτης δεξάμενοι, ζωῆς πανόλβιοι, ἀϊδίου δόξης, καὶ σεπτοὶ θεάμονες, σοφίας ἀϊδίου γεγόνατε, φωτὸς πληρούμενοι, καὶ λαμπάδες συστρεφόμεναι, ἀρμοζόντως, ἐπαναδεικνύμενοι.

Ἀρχάγγελοι, Ἄγγελοι, Ἀρχαί, Θρόνοι, Κυριότητες, τὰ Σεραφεὶμ ἑξαπτέρυγα, καὶ πολυόμματα, Χερουβεὶμ τὰ θεῖα, τῆς σοφίας ὄργανα, Δυνάμεις, Ἐξουσίαι θειόταται, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... καὶ νῦν... Θεοτοκίον, ὅμοιον.

Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῆς καθαρότητος ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου, προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.