ΚΥΡΙΑΚΗ Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου.
Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτὸς ἡθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.
Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ᾿ ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε· προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.
Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ Λυτρωτής ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.
Δόξα... Καὶ νῦν... Τὸ Θεοτοκίον Δογματικόν.
Ὢ τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν Θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐμμανουὴλ φύσεως μὲν πύλας ἤνοιξεν, ὡς φιλάνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέῤῥηξεν, ὡς Θεός· ἀλλ᾿ οὕτως ἐκ μήτρας προῆλθεν, ὡς δι᾿ ἀκοῆς εἰσῆλθεν· οὕτως ἐσαρκώθη, ὡς συνελήφθη· ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα· Αὓτη ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, εἰμὴ μόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ἀπόστιχα Ἀναστάσιμα.
Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε, δόξα σοι.
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μήτηρ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε· σπεῦσον, δυσωποῦμεν σώζεσθαι τοὺς δούλους σου.
Πᾶσαν ἀνομίαν ἀφειδῶς, πᾶσαν ἀκρατῶς ἁμαρτίαν, ὁ τάλας ἔπραξα, πάσης κατακρίσεως, ἄξιος πέφυκα· ἀφορμὰς μετανοίας μοι παράσχου Παρθένε, ὅπως ἀκατάκριτος, ἐκεῖ ὀφθήσωμαι· σὲ γὰρ ἐπιγράφομαι, πρέσβυν, σὲ ἐπικαλοῦμαι προστάτιν, μὴ με καταισχύνῃς θεονύμφευτε.
Ἄλλο καταφύγιον Ἁγνή, πρὸς τὸν ποιητὴν καὶ Δεσπότην, οὐκ εὐποροῦμεν ἡμεῖς, εἰμὴ σὲ Θεόνυμφε· μὴ ἀποῤῥίψῃς ἡμᾶς, τῆς θερμῆς προστασίας σου, μηδὲ καταισχύνῃς, πόθῳ τοὺς προστρέχοντας, ὑπὸ τὴν σκέπην σου. Μήτηρ τοῦ Θεοῦ ἡμῶν σπεῦσον, δεῖξον σου ἐλέους τὸν πλοῦτον, καὶ τῆς νῦν ὀργῆς ἡμᾶς διάσωσον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Τίς σε κατ᾿ ἀξίαν ἐπαινέσει, καὶ μακαρίσει Κόρη Θεόνυμφε, ὑπὲρ τῆς διὰ σοῦ γεγονυίας τῷ κόσμῳ ἀπολυτρώσεως; εὐχαριστουντες οὖν κραυγάζομέν σοι λέγοντες· Χαῖρε ἡ τὸν Ἀδὰμ θεώσασα, καὶ τὰ διεστῶτα συνάψασα. Χαῖρε ἡ φωτίσασα τὸ γένος ἡμῶν, τῇ φωτοφόρω Ἀναστάσει, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν· σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μεγαλύνομεν.