ᾨδὴ γ´. Ὁ Εἱρμός.
Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.
Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ᾿ ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.
Ἐκ χοὸς κατ᾿ εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι᾿ ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.
Θεοτοκίον.
Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου, διό σε Θεοτόκε, πίστει σέβομεν.
Κανὼν Σταυροαναστάσιμος.
Ὁ Εἱρμός.
Τόξον συνετρίβη δυναστῶν τῷ κράτει σου Χριστέ, καὶ δύναμιν ἀσθενεῖς, σὲ περιεζώσαντο.
Ὁ πάντων ἐπέκεινα Χριστός, ἠλάττωται βραχύ, τῷ πάθει τῷ τῆς σαρκός, τῆς Ἀγγέλων φύσεως.
Νεκρὸς μετ᾿ ἀνόμων λογισθείς, ἐκλάμπων Γυναιξί, στεφάνῳ δόξης Χριστέ, ὤφθης τῆς Ἐγέρσεως.
Κανὼν τῆς Θεοτόκου.
Εἱρμὸς ὁ αὐτός.
Ὁ χρόνου ἐπέκεινα παντός, ὡς χρόνων Ποιητής, ἐκ σοῦ Παρθένε ἑκών, βρέφος πεπλαστούργηται.
Νηδὺν πλατυτέραν οὐρανῶν, ὑμνήσωμεν πιστοί, δι᾿ ἧς Ἀδὰμ ἐν τοῖς οὐρανοῖς, χαίρων πεπολίτευται.