Воскресная Утреня — Песнь четвертая — Гла‍с вторы́й (Ἦχος δεύτερος)

ᾨδὴ δ´. Ὁ Εἱρμός.

Ἐλήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ᾿ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

Παρίστασο ὡς κριτής, ὁ Θεός μου τῷ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοῖς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ.

Τῷ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον· τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται.

Θεοτοκίον.

Σὲ λιμένα σωτηρίας, καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.


Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός. Ἀκήκοα Κύριε, τὴν ἔνδοξον σου.

Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἰδοῦσα ἐν ξύλῳ σε, Χριστὲ παγέντα Παρθένος, ἡ ἀνωδίνως σε κυήσασα, τὰς μητρικὰς ὀδύνας ὑπέμεινε.

Νενίκηται θάνατος, νεκρὸς σκυλεύει ᾅδου τὰς πύλας· τοῦ παμφάγου γὰρ ῥαγέντος μοι, τὰ ὑπὲρ φύσιν πάντα δεδώρηται.


Κανὼν τῆς Θεοτόκου.

Εἱρμὸς ὁ αὐτός.

Ἰδοὺ ὑπερύψωται, τὸ θεῖον ὅρος οἴκῳ Κυρίου, ὑπεράνω τῶν Δυνάμεων, ἡ Θεομήτωρ ἐμφανέστατα.

Νομίμων τῆς φύσεως, Παρθένε ἅτερ μόνη τεκοῦσα, τὸν δεσπόζοντα τῆς κτίσεως, κατηξιώθης θείας κλήσεως.