Воскресная Утреня — Песнь шестая — Гла‍с вторы́й (Ἦχος δεύτερος)

ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Ὡς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι.

Δι᾿ ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι᾿ ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.

Θεοτοκίον.

Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.


Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός.

Ἤχου ῥημάτων δεήσεως, ἐκ κατωδύνου Δέσποτα, ψυχῆς ἐπακοῦσας, τῶν δεινῶν με λύτρωσαι· μόνος γὰρ εἶ τῆς ἡμῶν, σωτηρίας πρόξενος.

Φύλακας ἔθου τῷ πταίσαντι, τὰ Χερουβεὶμ τοῦ ξύλου τῆς ζωῆς, ἀλλ᾿ ἰδόντα σε τὰς πύλας ἤνοιξαν· ὤφθης γὰρ ὁδοποιῶν τῷ Λῃστῇ Παράδεισον.

Ἔρημος ᾅδῃς καὶ ἄπορος, διὰ θανάτου γέγονεν ἑνός· ὃν πολὺν γὰρ πλοῦτον ἐθησαύρισεν, εἰς ὑπὲρ πάντων ἡμῶν, ὁ Χριστὸς ἐκένωσεν.


Κανὼν τῆς Θεοτόκου.

Εἱρμὸς ὁ αὐτός.

Φύσις ἀνθρώπων δουλεύουσα, τῇ ἁμαρτίᾳ Δέσποινα ἁγνή, διὰ σοῦ ἐλευθερίας ἔτυχε· σὸς γὰρ Υἱὸς ὡς ἀμνός, ὑπὲρ πάντων τέθυται.

Ἐπιβοώμεθα πάντες, σὲ τὴν ἀληθῆ Μητέρα τοῦ Θεοῦ, παροργίσαντας οἰκέτας λύτρωσαι· μόνη γὰρ πρὸς Υἱόν, παῤῥησίαν κέκτησαι.