ᾨδὴ ζ´. Ὁ Εἱρμός.
Ἀντίθεον πρόσταγμα, παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνεῤῥίπισε· Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Οὐκ ἔφερες Δέσποτα, δι᾿ εὐσπλαγχνίαν, θανάτῳ τὸν ἄνθρωπον, καθορᾶν τυραννούμενον, ἀλλ᾿ ἦλθες καὶ ἔσωσας ἰδίῳ Αἵματι, ἄνθρωπος γενόμενος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Ἰδόντες σε ἔπτηξαν, ἠμφιεσμένον, στολὴν ἐκδικήσεως, οἱ πυλωροὶ τοῦ ᾅδου Χριστέ, ἀγνώμονα τύραννον, οἰκέτην Δέσποτα, ἦλθες γὰρ χειρώσασθαι, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Θεοτοκίον.
Ἁγίων Ἁγίαν σε, κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ σου.
Κανὼν Σταυροαναστάσιμος.
Ὁ Εἱρμός.
Ῥήτορες ἀνεδείχθησαν Παῖδες, φιλοσοφώτατοι ποτέ· ἐκ θεολήπτου ψυχῆς γάρ, θεολογοῦντες χείλεσιν ἔμελπον· Ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ἔκρινε τὸν προπάτορα πάλαι, ἐν τῇ Ἐδὲμ παρακοή· ἀλλ᾿ ἑκουσίως ἐκρίθη, τῷ παραβάντι λύων τὸ ἔγκλημα, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Σέσωκας τὸν τρωθέντα τῇ γλώσσῃ, τῇ ἰοβόλῳ ἐν Ἐδέμ· τὸ ἐθελούσιον δῆγμα, τῷ ἑκουσίῳ πάθει ἰάσω γάρ, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Βαίνοντα ἐν σκιᾷ με θανάτου, ἀνεκαλέσω πρὸς τὸ φῶς, τὸν σκοτεινόμορφον ᾅδην, τῇ ἀστραπῇ βαλὼν τῆς θεότητος, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Κανὼν τῆς Θεοτόκου.
Εἱρμὸς ὁ αὐτός.
Ἑώρα ἐν νυκτὶ Ἰακὼβ μέν, ὡς ἐν αἰνίγματι Θεὸν σεσαρκωμένον, ἐκ σοῦ δὲ ἐν φρυκτωρίᾳ ὤφθη τοῖς μέλπουσιν· Ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Σύμβολα τῆς ἐν σοὶ ἀποῤῥήτου, προκαταγγέλλων συμπλοκῆς, τῷ Ἰακὼβ προσπαλαίει, δι᾿ ἧς ἑκὼν ἡνώθη ἀνθρώποις Ἁγνή, ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Βέβηλος ὁ μὴ ἕνα κηρύττων, τὸν τῆς Παρθένου σε Υἱόν, τῆς πανυμνήτου Τριάδος, καὶ ἀδιστάκτῳ γνώμῃ καὶ γλώσσῃ βοῶν· Ὁ ὑπέρθεος τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.