ᾨδὴ θ´. Ὁ Εἱρμός.
Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.
Ὡς ἐν Παραδείσῳ φυτευθέν, ἐν τῷ Κρανίῳ Σωτήρ, τὸ τρισόλβιον ξύλον τοῦ σοῦ ἀχράντου Σταυροῦ, αἵματι καὶ ὕδατι θείῳ, ὡς ἐκ πηγῆς τῆς θείας πλευρᾶς σου, Χριστὲ ἀρδευόμενον, τὴν ζωὴν ἡμῖν ἐξήνθησε.
Καθεῖλες δυνάστας, σταυρωθεὶς ὁ παντοδύναμος, καὶ τὴν κάτω κειμένην, ἐν τῇ τοῦ ᾅδου φρουρᾷ, φύσιν τῶν ἀνθρώπων ὑψώσας, τῷ πατρικῷ ἐνίδρυσας θρόνῳ, μεθ᾿ ἧς σε ἐρχόμενον, προσκυνοῦντες μεγαλύνομεν.
Τριαδικόν.
Μονάδα τρισάριθμον, Τριάδα ὁμοούσιον, ὀρθοδόξως ὑμνοῦντες, πιστοὶ δοξάσωμεν, ἄτμητον ὑπέρθεον φύσιν, τρισοφεγγῆ ἀνέσπερον αἴγλην, τὴν μόνην ἀκήρατον, τὴν τὸ φῶς ἡμῖν ἐκλάμπουσαν.
Κανὼν Σταυροαναστάσιμος.
Ὁ Εἱρμός.
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀῤῥήτῳ σοφίᾳ, ἤκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι᾿ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.
Ἐν μέσῳ τῶν καταδίκων, ὡς ἀμνὸς ἀνηρτήθης, Χριστὲ ἐπὶ Κρανίου τοῦ Σταυροῦ, λόγχῃ πλευρὰν ἐκκεντούμενος, τὴν ζωὴν ἐδωρήσω, ἡμῖν τοῖς χοϊκοῖς ὡς ἀγαθός, τοῖς ἐν πίστει τιμῶσι, τὴν θείαν σου Ἀνάστασιν.
Τὸν τῷ ἰδίῳ θανάτῳ, τοῦ θανάτου τὸ κράτος, δυνάμει καταργήσαντα Θεόν, πάντες πιστοὶ προσκυνήσωμεν, ὅτι τοὺς ἀπ᾿ αἰῶνος νεκροὺς συνεξανέστησε, καὶ τοῖς πᾶσι παρέχει, ζωὴν καὶ τὴν ἀνάστασιν.
Κανὼν τῆς Θεοτόκου.
Ὁ Εἱρμός.
Ὅλος ὑπάρχεις ἔφεσις, ὅλος γλυκασμός, Λόγε Θεοῦ, Παρθένου Υἱέ, Θεὲ θεῶν Κύριε, Ἁγίων Ὑπεράγιε· διό σε ἅπαντες σὺν τῇ τεκούσῃ μεγαλύνομεν.
Ῥάβδος ἰσχύος δέδοται, φύσει τῇ σαθρᾷ, Λόγος Θεοῦ, ἐν μήτρᾳ σου Ἁγνή, καὶ ταύτην ἀνέστησε, πρὸς ᾅδην ὀλισθήσασαν· διό σε πάναγνε, ὡς Θεοτόκον μεγαλύνομεν.
Ἣν ἡρετίσω, Δέσποτα, δέξαι συμπαθῶς, πρέσβιν Μητέρα, σὴν ὑπὲρ ἡμῶν, καὶ σοῦ τῆς χρηστότητος, τὰ σύμπαντα πλησθήσονται, ἵνα σε ἅπαντες, ὡς εὐεργέτην μεγαλύνωμεν.