Воскресные Блаженны — Гла‍с вторы́й (Ἦχος δεύτερος)

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Μακαρισμοί.

Τὴν φωνήν σοι προσάγομεν, τοῦ Λῃστοῦ, καὶ βοῶμεν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

Τὸν Σταυρόν σοι προσάγομεν, εἰς πταισμάτων συγχώρησιν· ὃν ὑπὲρ ἡμῶν, κατεδέξω φιλάνθρωπε.

Προσκυνοῦμεν σου Δέσποτα, τὴν ταφὴν καὶ τὴν ἔγερσιν, δι᾿ ὧν ἐκ φθορᾶς ἐλυτρώσω, τὸν κόσμον φιλάνθρωπε.

Τῷ θανάτῳ σου Κύριε, κατεπόθη ὁ θάνατος, καὶ τῇ Ἀναστάσει σου Σῶτερ, τὸν κόσμον διέσωσας.

Οἱ ἐν σκότει καθεύδοντες, σὲ τὸ φῶς θεασάμενοι, ἐν τοῖς κατωτάτοις τοῦ ᾅδου, Χριστὲ ἐξανέστησαν.

Μυροφόροις ὑπήντησας, ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ τοῖς μαθηταῖς ἐπηγγείλω, εἰπεῖν σου τὴν ἔγερσιν.

Δόξα...

Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν προσκυνήσωμεν πάντες, καὶ τὸ ἅγιον Πνεῦμα, πιστῶς ἀνυμνήσωμεν.

Καὶ νῦν... Θεοτοκίον.

Χαῖρε θρόνε πυρίμορφε. Χαῖρε νύμφη ἀνύμφευτε. Χαῖρε ἡ Θεὸν τοῖς ἀνθρώποις, Παρθένε κυήσασα.