Воскресные стиховные стихиры — Гла‍с пе‍рвый (Ἦχος πρῶτος)

Τῷ πάθει σου, Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ Ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν, Κύριε, δόξα σοι.

Стрⷭ҇тїю твое́ю хрⷭ҇тѐ ѿ страсте́й свободи́хомсѧ, и҆ воскрⷭ҇нїемъ твои́мъ и҆з̾ и҆стлѣ́нїѧ и҆зба́вихомсѧ, гдⷭ҇и сла́ва тебѣ̀.


Καὶ τὰ παρόντα προσόμοια τῆς Θεοτόκου· (Τῶν οὐρανίων Ταγμάτων)

И҆ и҆́ны стїхи̑ры а҆лфави́тныѧ:

Ἀγαλλιάσθω ἡ κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, χεῖρας κροτείτω τὰ ἔθνη μετ᾿ εὐφροσύνης· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, τῷ Σταυρῷ προσήλωσε τὰς ἁμαρτίας ἡμῶν, καὶ τὸν θάνατον νεκρώσας, ζωὴν ἡμῖν ἐδωρήσατο, πεπτωκότα τὸν Ἀδὰμ παγγενῆ ἀναστήσας, ὡς Φιλάνθρωπος.

Препросла́влена є҆сѝ въ ро́дѣ родѡ́въ, дв҃о мт҃и ѻ҆трокови́це бцⷣе мр҃і́е, мі́ра предста́тельство, ро́ждши пло́тїю сн҃а безнача́льнагѡ ѻ҆ц҃а̀, соприсносꙋ́щна же дх҃ꙋ вои́стиннꙋ: є҆го́же молѝ сп҃сти́сѧ на́мъ.

Βασιλεὺς ὑπάρχων οὐρανοῦ καὶ γῆς, Ἀκατάληπτε, ἑκὼν ἐσταύρωσαι διὰ φιλανθρωπίαν· ὃν ὁ Ἅδης συναντήσας κάτωθεν ἐπικράνθη, καὶ δικαίων ψυχαὶ δεξάμεναι, ἠγαλλιάσαντο· Ἀδὰμ δὲ ἰδὼν σε τὸν Κτίστην ἐν τοῖς καταχθονίοις ἀνέστη. Ὢ τοῦ θαύματος! πῶς θανάτου ἐγεύσατο ἡ τῶν ἁπάντων ζωή; ἂλλ᾿ ἢ ὡς ἠβουλήθη, κόσμον φωτίσαι, κραυγάζοντα καὶ λέγοντα· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Содержи́мїи скорбьмѝ ненача́емыми чⷭ҇таѧ, тѧ̀ предста́тельство є҆ди́но и҆мꙋ́ще дв҃о, вопїе́мъ бл҃года́рнѡ: сп҃си́ ны всест҃а́ѧ бг҃оневѣ́стнаѧ: ты́ бо є҆сѝ мі́ра прибѣ́жище, и҆ застꙋпле́нїе ро́да на́шегѡ.


Γυναῖκες μυροφόροι μύρα φέρουσαι, μετὰ σπουδῆς καὶ ὀδυρμοῦ τὸν τάφον σου κατέλαβον, καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον Σῶμά σου, παρὰ δὲ τοῦ Ἀγγέλου μαθοῦσαι τὸ καινόν, καὶ παράδοξον θαῦμα, τοῖς Ἀποστόλοις ἔλεγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ѡ҆бнови́сѧ мі́ръ въ ржⷭ҇твѣ̀ твое́мъ бг҃ороди́тельнице ѻ҆трокови́це, вѣ́рныхъ сп҃се́нїе, и҆ неꙋсыпа́емаѧ предста́тельнице бл҃гоче́стнѡ молѧ́щихъ тѧ̀ пречⷭ҇таѧ, не преста́й молѧ́щи прилѣ́жнѡ ѡ҆ всѣ́хъ пою́щихъ тѧ̀.


Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Сла́ва, и҆ ны́нѣ:

Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς, διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ᾿ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ᾿ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.