ᾨδὴ δ´. Ὁ Εἱρμός.
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Τίς οὗτος, Σωτήρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.
Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε· ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος.
Θεοτοκίον.
Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα· οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.
Κανὼν Σταυροαναστάσιμος.
Ὁ Εἱρμός.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός· Δόξα τῇ δυνάμει σου, Κύριε.
Τίς οὗτος ὡραῖος ἐξ Ἐδώμ, καὶ τούτου τὸ ἐρύθημα, τῶν ἱματίων ἐξ ἀμπέλου Βοσόρ; Ὡραῖος, ὅτι ὁ Θεός, ὡς βροτὸς δὲ αἵματι, σαρκός, τὴν στολὴν πεφοινιγμένος, ᾧ μελῳδοῦμεν πιστοί· Δόξα τῇ δυνάμει σου Κύριε.
Χριστὸς τῶν μελλόντων ἀγαθῷν, φανεὶς ἀρχιερεὺς ἡμῶν, τὴν ἁμαρτίαν διεσκέδασε, καὶ δείξας ξένην ὁδόν, τῷ ἰδίῳ αἵματι, εἰς κρείττονα καὶ τελειοτέραν, εἰσέδραμε δὲ σκηνήν, πρόδρομος ἡμῶν εἰς τὰ Ἅγια.
Θεοτοκίον.
Τῆς Εὔας τὴν πάλαι ὀφειλήν, ἀπέτισας Πανύμνητε, τῷ δι᾿ ἡμᾶς φανέντι νέῳ Ἀδάμ· ἐνώσας γὰρ ἑαυτῷ, ἐξ ἁγνῆς συλλήψεως, σάρκα νοερὰν ἐμψυχωμένην, ἐκ σοῦ προῆλθε Χριστός, εἰς τὸ συναμφότερον Κύριος.
Κανὼν τῆς Θεοτόκου.
Ὁ Εἱρμός.
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Ἄκουε θαυμάτων οὐρανέ, ἐνωτίζου δὲ ἡ γῆ, ὅτι θυγάτηρ χοϊκοῦ, τοῦ πεπτωκότος μὲν Ἀδάμ, Θεοῦ ἐχρημάτισε, τοῦ ἑαυτῆς Δημιουργοῦ τε λοχεύτρια, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Ὑμνοῦμεν τὸ μέγα καὶ φρικτὸν σου μυστήριον· ὑπερκοσμίους γὰρ λαθών, ταξιαρχίας ἐπὶ σέ, ὁ Ὢν καταβέβηκεν, ὡς ὑετός, ὁ ἐπὶ πόκον, Πανύμνητε, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.
Ἁγίων ἁγία Θεοτόκε Πανύμνητε, ἡ προσδοκία τῶν ἐθνῶν, καὶ σωτηρία τῶν πιστῶν, ἐκ σοῦ ἀνατέταλκεν, ὁ λυτρωτὴς καὶ ζωοδότης καὶ Κύριος· ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.