Воскресная Утреня — Песнь пятая — Гла‍с пе‍рвый (Ἦχος πρῶτος)

ᾨδὴ ε´. Ὁ Εἱρμός.

Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν· ἀλλ᾿ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους θανάτου ἐῤῥύσατο.

Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου.

Θεοτοκίον.

Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτῃ· σὲ γὰρ προστάτιν κεκτήμεθα.


Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός.

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτίρμων, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμεν σε, Φιλάνθρωπε.

Ὢ πλοῦτος καὶ βάθος, σοφίας Θεοῦ! τοὺς σοφοὺς ὁ δρασσόμενος Κύριος, τῆς τούτων πανουργίας ἐλυτρώσατο ἡμᾶς· παθῶν γὰρ ἑκουσίως, σαρκὸς ἐξ ἀσθενείας, ἐξ ἰδίας ἰσχύος, ζωοποιὸς νεκρὸς ἐγήγερται.

Θεὸς ὢν ἑνοῦται, σαρκὶ δι᾿ ἡμᾶς, καὶ σταυροῦται καὶ θνήσκει καὶ θάπτεται, καὶ αὖθις ἐξανίσταται, καὶ ἄνεισι φαιδρῶς, σαρκὶ σὺν τῇ ἰδίᾳ, Χριστὸς πρὸς τὸν Πατέρα, μεθ᾿ ἧς ἥξει καὶ σώσει, τοὺς εὐσεβῶς αὐτῷ λατρεύοντας.

Θεοτοκίον.

Ἁγίων ἁγία, Παρθένε ἁγνή, τῶν Ἁγίων τὸν Ἅγιον τέτοκας, τὸν πάντας ἁγιάζοντα, Χριστὸν τὸν λυτρωτήν· διό σε Βασιλίδα καὶ Δέσποιναν ἁπάντων, ὡς Μητέρα τοῦ Κτίστου, τῶν ποιημάτων καταγγέλλομεν.


Κανὼν τῆς Θεοτόκου.

Ὁ Εἱρμός.

Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Εὐφραίνονται, οὐρανῶν αἱ Δυνάμεις, ὁρῶσαι σε, ἀγάλλονται σὺν αὐταῖς, τῶν βροτῶν τὰ συστήματα· τῷ γὰρ τόκῳ ἥνωνται τῷ σῷ, Παρθένε Θεοτόκε· ὃν ἐπαξίως δοξάζομεν.

Κινείσθωσαν, πᾶσαι γλῶσσαι βροτεῖαι καὶ ἔννοιαι, πρὸς ἔπαινον τοῦ βροτῶν, ἀληθῶς καλλωπίσματος· ἡ Παρθένος παρέστη σαφῶς, δοξάζουσα τοὺς πίστει, ταύτης ὑμνοῦντας τὰ θαύματα.

Δοξάζεται, ὕμνος ἅπας σοφῶν καὶ ἐγκώμιον, τῇ Παρθένῳ καὶ Μητρί, τοῦ Θεοῦ προσφερόμενος· τῆς γὰρ δόξης γέγονεν, αὕτη ναὸς τῆς ὑπερθέου, ἣν ἐπαξίως δοξάζομεν.