ᾨδὴ Ϛ´. Ὁ Εἱρμός.
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος· οὐκ ἔστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.
Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν· τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.
Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον Παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν· σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις.
Θεοτοκίον.
Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ Προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν.
Κανὼν Σταυροαναστάσιμος.
Ὁ Εἱρμός.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
Νοῦς ὢν ἀπαθής, καὶ ἄϋλος μίγνυται, Χριστὸς ὁ Θεός, τῷ ἀνθρωπίνῳ νοΐ, μεσιτεύοντι, θείᾳ φύσει σαρκός τε παχύτητι, καὶ ὅλῳ μοι, ἀτρέπτως ὅλος ἥνωται, ἵνα σωτηρίαν ὅλῳ μοι, τῷ πεσόντι ὀρέξῃ σταυρούμενος.
Πίπτει πτερνισθείς, Ἀδὰμ καὶ συντρίβεται, ἐλπίδι ψευσθεὶς πάλαι θεώσεως· ἀλλ᾿ ἀνίσταται, τῇ ἑνώσει τοῦ Λόγου θεούμενος, καὶ πάθει τὴν ἀπάθειαν κομίζεται, θρόνῳ ὡς Υἱὸς δοξάζεται, συνεδρεύων Πατρὶ τε, καὶ Πνεύματι.
Θεοτοκίον.
Κόλπων οὐκ ἐκστάς, ἀνάρχου Γεννήτορος, ἐν κόλποις ἁγνῆς Κόρης αὐλίζεται, καὶ καθίσταται, ὁ ἀμήτωρ ἀπάτωρ σαρκούμενος, ὁ τῆς δικαιοσύνης βασιλεύων Θεός, τούτου ἀγενεαλόγητος, ἡ φρικτὴ γενεὰ καὶ ἀπόῤῥητος.
Κανὼν τῆς Θεοτόκου.
Ὁ Εἱρμός.
Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἐστὶν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.
Παρίστανται δουλοπρεπῶς τῷ τόκῳ σου, αἱ τάξεις αἱ οὐράνιαι, ἐκπληττόμεναι ἀξίως τὸ τῆς σῆς ἀσπόρου λοχείας Ἀειπάρθενε· σὺ γὰρ ἁγνὴ καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν.
Σεσάρκωται ὁ πρὶν ὑπάρχων ἄσαρκος, ὁ Λόγος ἐκ σοῦ Πάναγνε, ὁ τὰ σύμπαντα βουλήματι ποιῶν, ὁ τῶν ἀσωμάτων τὰ στρατεύματα, παραγαγὼν ἐκ τοῦ μὴ ὃντος, ὡς παντοδύναμος.
Νενέκρωται ἐχθρὸς τῷ ζωηφόρῳ σου, Καρπῷ θεοχαρίτωτε, καὶ πεπάτηται ὁ ᾅδης προφανῶς, καὶ οἱ ἐν δεσμοῖς ἠλευθερώθημεν· διὸ βοῶ· Τὰ πάθη λῦσον, τὰ τῆς καρδίας μου.