ᾨδὴ ζ´. Ὁ Εἱρμός.
Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ἔφριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότασε τὸ φῶς, διεῤῥάγη τὸ τοῦ Ναοῦ θεῖον καταπέτασμα, πέτραι δὲ ἐσχίσθησαν· διὰ σταυροῦ γὰρ ᾖρται ὁ δίκαιος, ὁ αἰνετὸς τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.
Σὺ γεγονώς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως τὸ καθ᾿ ἡμᾶς, ὁ ὑπερυψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιᾷ χειρὶ συνανέστησας, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον.
Χαῖρε πηγή, ἀειζώου νάματος. Χαῖρε παράδεισε τρυφῆς. Χαῖρε τεῖχος τὸ τῶν πιστῶν. Χαῖρε Ἀπειρόγαμε. Χαῖρε ἡ παγκόσμιος χαρά, δι᾿ ἧς ἡμῖν ἐξανέτειλεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Κανὼν Σταυροαναστάσιμος.
Ὁ Εἱρμός.
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ᾿ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Πάλαι μὲν κατηράθη, τῷ τοῦ Ἄβελ, φοινιχθεῖσα αἵματι, ἀδελφοκτόνῳ γῆ χειρί· θεοῤῥύτῳ δέ σου αἵματι, εὐλογεῖται ῥαντισθεῖσα, καὶ σκιρτῶσα βοᾶ· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Θρηνείτω Ἰουδαίων, ὁ ἀντίθεος λαός, τὸ τόλμημα τῆς ἀναιρέσεως Χριστοῦ· τὰ δὲ ἔθνη εὐφραινέσθωσαν, καὶ κροτείτωσαν τὰς χεῖρας, καὶ βοάτωσαν· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ἰδοὺ ταῖς Μυροφόροις, ἐξαστράπτων, ἀνεβόα Ἄγγελος· Τῆς Ἀναστάσεως Χριστοῦ, δεῦτε ἴδετε τὰ σύμβολα, τὰς σινδόνας, καὶ τὸν τάφον, καὶ βοήσατε· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Κανὼν τῆς Θεοτόκου.
Ὁ Εἱρμός.
Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Σὲ Ἰακώβ, Θεοτόκε κλίμακα, προφητικῶς κατανοεῖ· διὰ σοῦ γὰρ ἐπὶ τῆς γῆς, ὁ ὑπερυψούμενος, ὤφθη τοῖς ἀνθρώποις τε, συνανεστράφη ὡς αἰνετὸς τῶν Πατέρων, ηὐδόκησεν, ὁ Θεὸς καὶ ὑπερένδοξος.
Χαῖρε Σεμνή, τοῦ Ἀδὰμ τὸ κώδιον· ἐκ σοῦ πρόηλθεν ὁ Ποιμήν, ἐνδυσάμενος ἀληθῶς, ὁ ὑπερυψούμενος ὅλον με τὸν ἄνθρωπον, δι᾿ εὐσπλαγχνίαν ἀκατάληπτον, ὁ αἰνετὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.
Θεὸς Ἀδάμ, ἐξ ἁγνῶν αἱμάτων σου, ὁ προαιώνιος Θεός, ἐχρημάτισεν ἀληθῶς· ὃν περ νῦν ἱκέτευε, τὸν παλαιωθέντα με, ἀνακαινίσαι κραυγάζοντα· Ὁ αἰνετὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.