Воскресная Утреня — Песнь девятая — Гла‍с пе‍рвый (Ἦχος πρῶτος)

ᾨδὴ θ´. Ὁ Εἱρμός.

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σὲ Θεοτόκε ἀκαταπαύστως μεγαλύνομεν.

Ὢ πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονηρὰ βουλευσάμενος, τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλῳ κατέκρινε, τὸν Κύριον τῆς δόξης! Ὃν ἐπαξίως μεγαλύνομεν.

Σῶτερ ὁ Ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος, σὲ δοξάζομεν τὸν ἀναστάντα τριήμερον, σὺν Πατρὶ καὶ τῷ θείῳ σοῦ Πνεύματι, καὶ Κύριον τῆς δόξης, θεολογοῦντες μεγαλύνομεν.

Θεοτοκίον.

Σῶσον τὸν λαόν σου Κύριε, ὃν περ ἐκτήσω τῷ τιμίῳ σου αἵματι, κατ᾿ ἐχθρῶν ἰσχὺν τῷ Βασιλεῖ χαριζόμενος, καὶ ταῖς σαῖς Ἐκκλησίαις φιλάνθρωπε, βραβεύων τὴν εἰρήνην, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.


Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Δεδόξασται τῇ ἀποῤῥήτῳ δυνάμει σου, ὁ Σταυρός σου Κύριε· σοῦ γὰρ τὸ ἀσθενές, ὑπὲρ δύναμιν πᾶσιν ἐδείχθη, δι᾿ οὗ δυνατοὶ μέν, καταβέβληνται εἰς γῆν, καὶ πτωχοὶ πρὸς οὐρανὸν ἀνακομίζονται.

Νενέκρωται ὁ ἀμειδὴς ἡμῶν θάνατος· ἐκ νεκρῶν ἀνάστασιν, σὺ γὰρ ἐπιφανείς, τοῖς ἐν ᾅδῃ Χριστὲ ἐδωρήσω. Διὸ ὡς ζωὴν σε καὶ ἀνάστασιν, καὶ φῶς τὸ ἐνυπόστατον, ὑμνοῦντες μεγαλύνομεν.

Ἡ ἄναρχος φύσις καὶ ἀπεριόριστος, ἐν τρισὶ γνωρίζεται, μόναις θεαρχικαῖς Ὑποστάσεσι. Μία Θεότης Πατρί, Υἱῷ τε καὶ Πνεύματι, ἐφ᾿ ᾗ ὁ θεόφρων Βασιλεὺς ἡμῶν, πεποιθὼς σώζεται.


Κανὼν τῆς Θεοτόκου.

Ὁ Εἱρμός.

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σὲ Θεοτόκε ἀκαταπαύστως μεγαλύνομεν.

Ῥίζης ἐκ Δαυΐδ ἐβλάστησας, προφητικῶς Παρθένε τοῦ θεοπάτορος· ἀλλὰ καὶ Δαυΐδ, ὡς ἀληθῶς σὺ ἐδόξασας, ὡς τεκοῦσα τὸν προφητευόμενον, τὸν Κύριον τῆς δόξης, ὃν ἐπαξίως μεγαλύνομεν.

Ἅπας ἐγκωμίων Πάναγνε, νόμος ἡττᾶται τῷ μεγέθει τῆς δόξης σου· ἀλλὰ Δέσποινα παρ᾿ ἱκετῶν ἀναξίων μέν, ἐξ εὐνοίας δὲ σοὶ προσφερόμενον, προσδέχου Θεοτόκε, μετ᾿ εὐμενείας τὸ ἐφύμνιον.

Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! σὺ γὰρ Παρθένε μόνη ὑπὲρ τὸν ἥλιον, πᾶσι δέδωκας κατανοεῖν τὸ καινότατον θαῦμα, Πάναγνε, τῆς σῆς γεννήσεως, τὸ τῆς ἀκαταλήπτου. Διό σε πάντες μεγαλύνομεν.