Воскресная Утреня — Песнь первая — Гла‍с вторы́й (Ἦχος δεύτερος)

Κανὼν Ἀναστάσιμος. ᾨδὴ α´. Ἦχος β´. Ὁ Εἱρμός. Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γὰρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενής διήλεγκται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας· τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες· ἐνδόξως γὰρ δεδόξασται.

Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑπέρτερα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὀρατῆς ἀειπάρθενε κτίσεως· τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παῤῥησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κανὼν Σταυροαναστάσιμος, οὗ ἡ Ἀκροστιχίς, σὺν τοῖς Εἱρμοῖς. Ἄδω τὸν αἶνον τῷ φερεσβίῳ Λόγῳ.

Ποίημα Ἰωάννου μοναχοῦ. Ὁ Εἱρμός. Ἄτριπτον ἀσυνήθη, ἁβρόχως θαλαττίαν ἀνύσας τρίβον, ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ· Τῷ Κυρίῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Δύναμις ἀσθενοῦσιν, ἀνάστασις πεσοῦσι, καὶ ἀφθαρσία τοῖς τεθνεῶσι, γέγονας Χριστέ, τῆς σαρκὸς τῷ πάθει σου, ὅτι δεδόξασται.

Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ὢκτειρε τὴν πεσοῦσαν, εἰκόνα καὶ ἀνέστησε, συντριβεῖσαν ὁ πλαστουργὸς Θεὸς καὶ καινουργός, νεκρωθεὶς ὃ γέγονε, ὅτι δεδόξασται.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς. Ἄδω τὸν αἶνον τῇ φερεσβίῳ Κόρη.

Ποίημα Ἰωάννου μοναχοῦ. Εἱρμὸς ὁ αὐτός. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἄϋλος πάλαι κλῖμαξ, καὶ ξένως χερσωθεῖσα, ὁδὸς θαλάσσης, τὴν σὴν ἐδήλου γέννησιν Ἁγνή· ἣν ὑμνοῦμεν ἅπαντες, ὅτι δεδόξασται.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δύναμις τοῦ Ὑψίστου, Ὑπόστασις τελεία, Θεοῦ Σοφία, σωματωθεῖσα Ἄχραντε ἐκ σοῦ, τοῖς βροτοῖς, ὡμίλησεν, ὅτι δεδόξασται.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὤδευσε διὰ πύλης, ἀβάτου κεκλεισμένης, τῆς σῆς νηδύος, δικαιοσύνης Ἥλιος Ἁγνή, καὶ τῷ κόσμῳ ἔλαμψεν, ὅτι δεδόξασται.