Воскресная Утреня — Песнь пятая — Гла‍с вторы́й (Ἦχος δεύτερος)

ᾨδὴ ε´. Ὁ Εἱρμός.

Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.

Ὡς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ σαρκὶ συνανυψούμενος.

Ἐν λάκκῳ Χριστέ, κατωτάτῳ ἔθεντό σε, ἄπνουν νεκρόν· ἀλλ᾿ οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας.

Θεοτοκίον.

Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.


Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός.

Ὁ ἄνθραξ τῷ Ἡσαΐᾳ, προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοῖς ἐν σκότει πεπλανημένοις, καὶ θεογνωσίας φωτισμὸν δωρούμενος.

Νηστεύειν ἀπανηνάμενος, Ἀδὰμ γεύεται, θανατηφόρου τοῦ ξύλου ὁ πρότερος· ἀλλὰ τούτου τὴν ἁμαρτίαν ἐξαφανίζει, σταυρωθεὶς ὁ δεύτερος.

Τὴν φύσιν παθητός, καὶ θνητὸς γέγονας, ὁ ἀπαθὴς τῇ ἀΰλῳ θεότητι, ἀφθαρτίσας νενεκρωμένους Χριστέ, κευθμώνων ᾅδου ἐξανέστησας.


Κανὼν τῆς Θεοτόκου.

Εἱρμὸς ὁ αὐτός.

Νεφέλαι τῆς εὐφροσύνης, γλυκασμὸν ῥάνατε, τοῖς ἐπὶ γῆς, ὅτι παιδίον δέδοται ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἐκ τῆς Παρθένου σαρκωθεὶς Θεὸς ἡμῶν.

Τῷ βίῳ καὶ τῷ σαρκίῳ μου, τὸ φῶς ἔλαμψε, καὶ τὸ στυγνὸν τῆς ἁμαρτίας ἔλυσεν, ἐπ᾿ ἐσχάτων ἐκ τῆς Παρθένου, ἄνευ σπορᾶς σωματωθεὶς ὁ Ὕψιστος.