Воскресная Утреня — Песнь осьмая — Гла‍с вторы́й (Ἦχος δεύτερος)

ᾨδὴ η´. Ὁ Εἱρμός.

Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Αἵματι Χριστέ, τῷ σῷ πεφοινιγμένην, τὴν τῆς σαρκός σου καθορῶντα στολήν, ἐν τρόμῳ ἐξίσταντο, τὴν πολλὴν μακροθυμίαν, τὰ τῶν Ἀγγέλων Τάγματα, κράζοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Σύ μου τὸ θνητόν, ἐνέδυσας οἰκτίρμον, ἀθανασίαν τῇ ἐγέρσει σου· διὸ ἀγαλλόμενος, εὐχαρίστως ἀναμέλπει σοι, ὁ ἐκλεκτὸς λαὸς Χριστέ, κράζων σοι· Κατεπόθη, ὄντως εἰς νῖκος ὁ θάνατος.

Θεοτοκίον.

Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες καὶ ἀφράστως ἀπεκύησας, Θεογεννῆτορ Πάναγνε· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.


Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός.

Ἰνδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ Εἰκόνα τεθεάμενοι, μέσον τῆς φλογὸς ἀνέμελπον· Ἡ οὐσωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσαν Κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ὡράθης ἐν σταυρῷ, καθηλούμενος ὁ πλούσιος ἐν ἐλέει· ἑκὼν ἐτάφης δέ, καὶ τριήμερος ἐξανέστης, καὶ ἐλυτρώσω πάντας τοὺς βροτοὺς φιλάνθρωπε, πίστει μελῳδοῦντας· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Λυτροῦσαι τῆς φθορᾶς, ὑπελθὼν τὰ καταχθόνια, Θεοῦ Λόγε, ὅνπερ διέπλασας δυνάμει σου, Χριστέ μου θείᾳ, καὶ ἀφθαρτίσας, δόξης ἀϊδίου μέτοχον, τῆς σῆς ἀπειργάσω· Ὑμνείτω κραυγάζοντα πᾶσα κτίσις, καὶ ὑπερυψούτω Χριστὸν εἰς τοὺς αἰῶνας.


Κανὼν τῆς Θεοτόκου.

Εἱρμὸς ὁ αὐτός.

Ὡράθη ἐπὶ γῆς, διὰ σοῦ, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ὁ ἀγαθότητι ἀσύγκριτος, καὶ δυνάμει, ᾧ μελῳδοῦντες πάντες οἱ πιστοὶ κραυγάζομεν· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Κυρίως σε Ἁγνήν, καταγγέλλοντες δοξάζομεν Θεοτόκε· σὺ γὰρ τὸν ἕνα ἀπεκύησας, τῆς Τριάδος σεσαρκωμένον, ᾧ σὺν τῷ Πατρὶ καὶ Πνεύματι πάντες μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.