Воскресная Утреня — Песнь третяя — Гла‍с пе‍рвый (Ἦχος πρῶτος)

ᾨδὴ γ´. Ὁ Εἱρμός.

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε.

І҆рмо́съ: Є҆ди́не вѣ́дый человѣ́ческагѡ сꙋщества̀ не́мощь, и҆ ми́лостивнѡ въ нѐ воѡбра́жсѧ, препоѧ́ши мѧ̀ съ высоты̀ си́лою, є҆́же вопи́ти тебѣ̀ ст҃ы́й: ѡ҆дꙋшевле́нный хра́ме неизрече́нныѧ сла́вы твоеѧ̀ чл҃вѣколю́бче.

Є҆ди́не свѣ́дыи земны́хъ сꙋщество̀ немᲂщно́е , и҆ млⷭ҇тивно внѐ ѡ҆бᲂлкі́исѧ , препᲂѧ́ши мѧ с̾вы́ше си́лᲂю , вᲂспѣва́ти ти ст҃ы́и , цр҃кви дш҃е́внаѧ , неи҆зрече́нныѧ сла́вы ти чл҃кᲂлю́бче.

Ты — Единственный знающий человеческого естества слабость, и из сострадания воспринял себе его образ, надели меня вышней силой, чтобы взывать Тебе: свят храм одушевлённый Твоей пречистой славы, о Человеколюбец.


Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέῤῥηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.

Θεοτοκίον.

Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ Παναγίου ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τὴν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.


Κανὼν Σταυροαναστάσιμος.

Ὁ Εἱρμός.

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ᾿ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Τῷ ἐπὶ τῶν ὤμων, τὸ πλανώμενον πρόβατον ἄραντι, καὶ καθελόντι διὰ ξύλου, τὴν αὐτοῦ ἁμαρτίαν, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Τῷ ἀναγαγόντι, τὸν ποιμένα τὸν μέγαν ἐξ ᾅδου Χριστόν, καὶ τῇ αὐτοῦ ἱεραρχίᾳ, διὰ τῶν Ἀποστόλων, σοφῶς τὰ ἔθνη ποιμάναντι, ἐν ἀληθείᾳ, τῷ θείῳ πιστοί, Πνεύματι λατρεύσωμεν.

Θεοτοκίον.

Τῷ ἐκ τῆς Παρθένου, σαρκωθέντι ἀσπόρως βουλήσει Υἱῷ, καὶ τὴν τεκοῦσαν μετὰ τόκον, θεϊκῇ δυναστείᾳ, ἁγνὴν παρθένον φυλάξαντι, τῷ ἐπὶ πάντων βοῶμεν Θεῷ· Ἅγιος εἶ Κύριε.


Κανὼν τῆς Θεοτόκου.

Ὁ Εἱρμός.

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σοῦ δόξης φιλάνθρωπε.

Νεφέλην σε κούφην ἀψευδῶς, Παρθένε, ὀνομάζομεν, προφητικαῖς ἑπόμενοι ῥήσεσιν· ἐλήλυθε γὰρ ἐπὶ σοὶ Κύριος, καθελεῖν αἰγύπτια, πλάνης χειροποίητα, καὶ φωτίσαι τοὺς ταῦτα λατρεύοντας.

Σὲ ἐσφραγισμένην ἀληθῶς, χορὸς Προφητικός, πηγήν, καὶ κεκλεισμένην πύλην ὠνόμασε, τῆς παρθενίας τῆς σῆς Πανύμνητε, τηλαυγῶς τὰ σύμβολα, ἡμῖν διαγράφοντα, ἣν ἐφύλαξας καὶ μετὰ γέννησιν.

Νοῦν τὸν ὑπερούσιον ἰδεῖν, ὡς θέμις ἀξιούμενος, ὁ Γαβριὴλ Παρθένε πανάμωμε, περιχαρῆ σοι φωνὴν ἐκόμισε, τὴν τοῦ Λόγου σύλληψιν, ἐμφανῶς μηνύουσαν, καὶ τὸν ἄφραστον τόκον ἠρύττουσαν.