Понедельник Утреня — начало — Гла‍с пе‍рвый (Ἦχος πρῶτος)

Τῌ ΔΕΥΤΕΡᾼ ΠΡΩΙ ΕΝ ΤΩ ΟΡΘΡΩ

Μετὰ δὲ τὴν πρώτην στιχολογίαν τοῦ Ψαλτηρίου ψάλλομεν τὰ παρόντα κατανυκτικὰ Καθίσματα.

Ἐν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαῤῥῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω· Ὁ Θεὸς ἱλάσθητί μοι καὶ σῶσον με. Въ беззако́нїихъ зача́тъ є҆́смь а҆́зъ блꙋ́дный, не смѣ́ю взира́ти на высотꙋ̀ нбⷭ҇нꙋю. но дерза́ѧ на чл҃вѣколю́бїе твоѐ зовꙋ̀: бж҃е, ѡ҆чи́сти мѧ̀ и҆ сп҃си́ мѧ.

Εἰ ὁ δίκαιος μόλις σώζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα· τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με ὁ Θεὸς καὶ σῶσον με.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Ἄχραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.


Μετὰ τὴν δευτέραν στιχολογίαν τοῦ Ψαλτηρίου ἕτερα Καθίσματα.

Τὸν τάφον σου Σωτήρ.

Ἀγκάλας πατρικάς, διανοῖξαι μοι σπεῦσον· ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τῶν οἰκτιρμῶν σου Σωτήρ· νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γὰρ Κύριε, ἐν κατανύξει κραυγάζω· Ἥμαρτόν σοι, σῶσον με.

Τὸ βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ᾿ αὐτὸς Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι· ῥῦσαι Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.


Μετὰ τὴν τρίτην στιχολογίαν τοῦ Ψαλτηρίου ἕτερα Καθίσματα.

Τὸν τάφον σου Σωτήρ.

Ἀφρόνως ἀπὸ σοῦ, μακρυνθεὶς Πανοικτίρμον, ἀσώτως τὸν ἐμόν, ἐδαπάνησα βίον, δουλεύων τοῖς πάθεσι, τοῖς ἀλόγοις ἑκάστοτε· ἀλλὰ δέξαι με, ταῖς τῶν Ἀγγέλων πρεσβείαις, Πάτερ εὔσπλαγχνε, ὥσπερ τὸν ἄσωτον παῖδα, καὶ σῶσον με δέομαι.

Μαρτυρικόν.

Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο. Αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ, Σωτὴρ καὶ σῶσον με.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Τὸν τάφον σου Σωτήρ.

Ἀΰλων Στρατιῶν, ὑπερέχουσα Κόρη, καὶ Τάξεις οὐρανῶν, ὑπερβαίνουσα μόνη, ἐπάξιον τὴν αἴνεσιν, παρ᾿ αὐτῶν δέχῃ Πάναγνε· ἀλλὰ πρέσβευε, τῷ σῷ Υἱῷ σὺν Ἀγγέλοις, τοῦ ῥυσθῆναι με, τῆς τῶν παθῶν τυραννίδος, τὸν μόνον κατάκριτον.